Acts 4

1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ
 ἱερεῖς = Treg NA/NIV RP: || ἀρχιερεῖς = WH
ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν
 τὴν ἐκ = WH Treg NA/NIV: || τῶν = RP
τὴν ἐκ ⸃ νεκρῶν,
3καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. 4πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη
 ὁ = Treg NA/NIV RP: || [omit] = WH
ἀριθμὸς τῶν ἀνδρῶν
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς χιλιάδες πέντε.

5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ
 τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς πρεσβυτέρους καὶ
 τοὺς = WH Treg NA/NIV: || [omit] = RP
τοὺς γραμματεῖς
 ἐν = WH Treg NA/NIV: || εἰς = RP
ἐν Ἰερουσαλήμ
6(καὶ
 Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος = WH Treg NA/NIV: || Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον = RP
Ἅννας ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος ⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
7καὶ στήσαντες αὐτοὺς ἐν
 τῷ = WH Treg NA/NIV: || [omit] = RP
τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ
 πρεσβύτεροι = WH Treg NA/NIV: || πρεσβύτεροι τοῦ Ἰσραήλ = RP
πρεσβύτεροι,
9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος
 σέσωσται = WH Treg RP: || σέσωται = NA/NIV
σέσωσται,
10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν
 οἰκοδόμων = WH Treg NA/NIV: || οἰκοδομούντων = RP
οἰκοδόμων, γενόμενος εἰς κεφαλὴν γωνίας.
12καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία,
 οὐδὲ = WH Treg NA/NIV: || οὔτε = RP
οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον
 ὑπὸ τὸν οὐρανὸν = WH Treg NA/NIV: || [omit] = RP
ὑπὸ τὸν οὐρανὸν ⸃ τὸ δεδομένον ἐν ἀνθρώποις ἐν δεῖ σωθῆναι ἡμᾶς.

13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, 14τόν
 τε = WH Treg NA/NIV: || δὲ = RP
τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
15κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους 16λέγοντες· Τί
 ποιήσωμεν = WH Treg NA/NIV: || ποιήσομεν = RP
ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα
 ἀρνεῖσθαι = WH Treg NA/NIV: || ἀρνήσασθαι = RP
ἀρνεῖσθαι·
17ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν,
 ἀπειλησώμεθα = WH Treg NA/NIV: || ἀπειλῇ ἀπειλησόμεθα = RP
ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν
 τὸ = Treg NA/NIV: || [omit] = WH; || αὐτοῖς τὸ = RP
τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες
 εἶπον πρὸς αὐτούς = WH Treg NA/NIV: || πρὸς αὐτούς εἶπον = RP
εἶπον πρὸς αὐτούς ⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ θεοῦ, κρίνατε,
20οὐ δυνάμεθα γὰρ ἡμεῖς εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς
 κολάσωνται = WH Treg NA/NIV: || κολάσονται = RP
κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
22ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ἄνθρωπος ἐφ᾽ ὃν
 γεγόνει = WH Treg NA/NIV: || ἐγεγόνει = RP
γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. 24οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα,
 σὺ = WH Treg NA/NIV: || σὺ ὁ θεὸς = RP
σὺ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25
 τοῦ πατρὸς ἡμῶν = WH Treg NA/NIV: || [omit] = RP
τοῦ πατρὸς ἡμῶν ⸃ διὰ
 πνεύματος ἁγίου = WH Treg NA/NIV: || [omit] = RP
πνεύματος ἁγίου ⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
26παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. 27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας
 ἐν τῇ πόλει ταύτῃ = WH Treg NA/NIV: || [omit] = RP
ἐν τῇ πόλει ταύτῃ ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28ποιῆσαι ὅσα χείρ σου καὶ
 βουλὴ = WH: || βουλὴ σου = Treg NA/NIV RP
βουλὴ προώρισεν γενέσθαι.
29καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά
 σου = NA/NIV RP: || [omit] = WH Treg
σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες
 τοῦ ἁγίου πνεύματος = WH Treg NA/NIV: || πνεύματος ἁγίου = RP
τοῦ ἁγίου πνεύματος ⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.

32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν
 καρδία = WH Treg NA/NIV: || ἡ καρδία = RP
καρδία καὶ
 ψυχὴ = WH Treg NA/NIV: || ἡ ψυχὴ = RP
ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων
 αὐτῷ = WH Treg NA/NIV: || αὐτῶν = RP
αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς
 πάντα = WH: || ἅπαντα = Treg NA/NIV RP
πάντα κοινά.
33καὶ
 δυνάμει μεγάλῃ = WH Treg NA/NIV: || μεγάλῃ δυνάμει = RP
δυνάμει μεγάλῃ ⸃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι
 τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ = Treg NA/NIV RP: || τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως = WH
τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ ⸃, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34οὐδὲ γὰρ ἐνδεής τις
 ἦν = WH Treg NA/NIV: || ὑπῇρχεν = RP
ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36
 Ἰωσὴφ = WH Treg NA/NIV: || Ἰωσῆς = RP
Ἰωσὴφ δὲ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
37ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν
 παρὰ = WH Treg RP: || πρὸς = NA/NIV
παρὰ τοὺς πόδας τῶν ἀποστόλων.



Copyright information for SBLG